Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.82 Joseph. AJ 16.86 (English) >>Joseph. AJ 16.91

16.84καὶ γὰρ καὶ δάκρυα πολλάκις ἦν κατʼ ἐπήρειαν ὧν ἠτιμάζοντο καὶ τῆς μητρὸς ἀνάκλησις καὶ τὸν πατέρα φανερῶς ἤδη πρὸς τοὺς φίλους οὐ δίκαιον ἐλέγχειν ἐπετήδευον, ἅπερ ἅπαντα κακοήθως ὑπὸ τῶν περὶ τὸν Ἀντίπατρον καιροφυλακούμενα καὶ μειζόνως πρὸς τὸν Ἡρώδην ἐξαγγελλόμενα προύβαινεν οὐ μικρὰν ἀπεργαζόμενα τὴν τῆς οἰκίας στάσιν. 16.85ἀχθόμενος γὰρ βασιλεὺς ταῖς διαβολαῖς καὶ ταπεινῶσαι βουλόμενος τοὺς ἐκ τῆς Μαριάμμης μείζονα ἀεὶ πρὸς τιμὴν Ἀντιπάτρῳ παρεῖχεν, καὶ τέλος ἡττηθεὶς ἐπεισήγαγε μὲν τὴν ἐκείνου μητέρα, Καίσαρι δὲ πολλάκις γράφων ὑπὲρ αὐτοῦ καὶ ἰδίᾳ συνίστη σπουδαιότερον. 16.86Ἀγρίππου γε μὴν ἀνιόντος εἰς τὴν Ῥώμην μετὰ τὴν διοίκησιν τῶν ἐπὶ τῆς Ἀσίας δεκαετῆ γεγενημένην, πλεύσας ἀπὸ τῆς Ἰουδαίας καὶ συντυγχάνων μόνον τε τὸν Ἀντίπατρον ἐπήγετο καὶ παρέδωκεν εἰς Ῥώμην ἀνάγειν μετὰ πολλῶν δώρων Καίσαρι φίλον ἐσόμενον, ὥστε ἤδη πάντα δοκεῖν ἐπʼ ἐκείνῳ καὶ παρεῶσθαι παντάπασιν ἐκ τῆς ἀρχῆς τὰ μειράκια. 16.87

Πρὸς μὲν οὖν τιμὴν καὶ τὸ πρῶτον εἶναι δοκεῖν Ἀντιπάτρῳ προυχώρει τὰ κατὰ τὴν ἀποδημίαν· καὶ γὰρ ἐν τῇ Ῥώμῃ πᾶσιν ἐπεσταλκότος Ἡρώδου τοῖς φίλοις διάσημος ἦν· 16.88ἤχθετο δὲ τῷ μὴ παρεῖναι μηδὲ ἔχειν ἐξ εὐκαίρου διαβάλλειν ἀεὶ τοὺς ἀδελφούς, καὶ μᾶλλον ἐδεδοίκει μεταβολὴν τοῦ πατρός, εἴ τι καὶ καθʼ αὑτὸν ἀξιώσει ἐπιεικέστερον εἰς τοὺς ἐκ τῆς Μαριάμμης φρονεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.82 Joseph. AJ 16.86 (English) >>Joseph. AJ 16.91

Powered by PhiloLogic